Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.42 Dem. 23.46 (English) >>Dem. 23.49

23.44λέγε δὴ τὸν μετὰ ταῦτα νόμον.Νόμος

ἐάν τίς τινα τῶν ἀνδροφόνων τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα, πέρα ὅρου ἐλαύνῃ φέρῃ ἄγῃ, τὰ ἴσα ὀφείλειν ὅσα περ ἂν ἐν τῇ ἡμεδαπῇ δράσῃ.

ἄλλος οὗτος, ἄνδρες Ἀθηναῖοι, νόμος ἀνθρωπίνως καὶ καλῶς κείμενος, ὃν παραβὰς οὗτος ὁμοίως φανήσεται. 23.45ἐάν τίς τινα τῶν ἀνδροφόνωνφησὶτῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα.” τῶν ἐπʼ ἀκουσίῳ φόνῳ λέγει μεθεστηκότων. τῷ τοῦτο δῆλον; τῷ τʼἐξεληλυθότωνεἰπεῖν, ἀλλὰ μὴ φευγόντων, καὶ τῷ διορίζεινὧν τὰ χρήματα ἐπίτιμα·” τῶν γὰρ ἐκ προνοίας δεδήμευται τὰ ὄντα. 23.46περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; “ἐὰν πέρα ὅρουφησὶνἐλαύνῃ φέρῃ ἄγῃ.” τοῦτο δʼ ἐστὶν τί, τὸπέρα ὅρου;” ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει οἴκοι, γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ. 23.47εἰ δή τις ἔροιτʼ Ἀριστοκράτην τουτονί (καὶ μὴ νομίσητʼ εὔηθες τὸ ἐρώτημα) πρῶτον μὲν εἰ οἶδεν εἴ τις ἀποκτενεῖ Χαρίδημον, καὶ ἄλλως πως τελευτήσει, οὐκ ἄν, οἶμαι, φαίη. θήσομεν τοίνυν ἀποκτενεῖν. πάλιν οἶσθα, ἑκὼν ἄκων, καὶ ξένος πολίτης τοῦτο ποιήσων ἔσται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.42 Dem. 23.46 (English) >>Dem. 23.49

Powered by PhiloLogic